Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.44 | Dem. 48.47 (English) | >>Dem. 48.50 |
48.46ὃ δὲ πάντων μέγιστόν ἐστιν , ὦ ἄνδρες δικασταί , ᾧ καὶ γνώσεσθε τουτονὶ ὅτι ἄδικός ἐστιν καὶ πλεονέκτης ἄνθρωπος · ἐχρῆν γὰρ αὐτόν , εἴ τι ἀληθὲς ἦν ὧν λέγει , πρότερον ταῦτα λέγειν καὶ ἐπιδεικνύειν , πρὶν τὸν ἀγῶνα γενέσθαι καὶ διαπειραθῆναι τῶν δικαστῶν ὅ τι γνώσονται , καὶ παραλαβόντα πολλοὺς μάρτυρας ἀξιοῦν ἀναιρεῖσθαι τὰς συνθήκας παρὰ τοῦ Ἀνδροκλείδου ὡς παραβαίνοντος ἐμοῦ καὶ τἀναντία πράττοντος ἑαυτῷ καὶ οὐκέτι κυρίων οὐσῶν τῶν συνθηκῶν ἐμοὶ καὶ τούτῳ , καὶ τῷ Ἀνδροκλείδῃ τῷ ἔχοντι τὰς συνθήκας διαμαρτύρασθαι , ὅτι αὐτῷ οὐδέν ἐστιν ἔτι πρᾶγμα πρὸς τὰς συνθήκας ταύτας .
48.47ταῦτα ἐχρῆν αὐτόν , ὦ ἄνδρες δικασταί , εἴπερ τι ἦν ἀληθὲς ὧν λέγει , καὶ μόνον προσιόντα τῷ Ἀνδροκλείδῃ διαμαρτύρεσθαι καὶ μετὰ μαρτύρων πολλῶν , ἵνʼ αὐτῷ πολλοὶ ἦσαν οἱ συνειδότες . ὅτι δὲ τούτων οὐδὲν πώποτε ἐποίησεν , αὐτοῦ ὑμῖν τοῦ Ἀνδροκλείδου , παρʼ ᾧ εἰσιν αἱ συνθῆκαι κείμεναι μαρτυρίαν ἀναγνώσεται . λέγε τὴν μαρτυρίαν .ἕτερον δʼ , ὦ ἄνδρες δικασταί , σκέψασθε ὃ διαπέπρακται . ἐγὼ γὰρ τοῦτον προὐκαλεσάμην καὶ ἠξίωσα ἀκολουθῆσαι ὡς Ἀνδροκλείδην , παρʼ ᾧ κεῖνται αἱ συνθῆκαι , καὶ κοινῇ ἐκγραψαμένους ἡμᾶς τὰς συνθήκας πάλιν σημήνασθαι , τὰ δὲ ἀντίγραφα ἐμβαλέσθαι εἰς τὸν ἐχῖνον , ὅπως ἂν μηδεμία ὑποψία ᾖ , ἀλλʼ ὑμεῖς ἅπαντα καλῶς καὶ δικαίως ἀκούσαντες γνῶτε ὅ τι ἂν ὑμῖν δικαιότατον δοκῇ εἶναι .
Μαρτυρία
48.48
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.44 | Dem. 48.47 (English) | >>Dem. 48.50 |